Ancient Greek · ~1 min
Section 33
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 33
Not analysed yet
ἐπεὶ δὲ τὰ νομιζόμενα ἐγένετο, κατὰ ποῖον νόμον φανεῖται ἐρήμου ὄντος τοῦ οἴκου τοὺς ἐγγυτάτω γένους ἡμᾶς ἐξαγαγὼν ἐκ τῆς οὐσίας; ὅτι νὴ Δία πατὴρ ἦν τοῦ τετελευτηκότος. ἀπεληλυθώς γʼ εἰς τὸν πατρῷον οἶκον καὶ οὐκέτι τῆς οὐσίας ἐφʼ ᾗ ἐγκατέλιπεν τὸ υἱόν, κύριος ὤν· εἰ δὲ μή, τί τῶν νόμων ὄφελος;