Ancient Greek · ~2 min
Section 34
Demosthenes, πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου κλήρου 34
Not analysed yet
γενομένης οὖν τῆς ἐξαγωγῆς, ἵνα τὰ πλεῖστα παραλίπω, ἐλάχομεν πρὸς τὸν ἄρχοντα τοῦ κλήρου, οὔτε γόνῳ, ὥσπερ εἶπον, υἱέος οὐδενὸς ὄντος τῷ τετελευτηκότι, οὔτʼ εἰσποιητοῦ γεγενημένου κατὰ τοὺς νόμους. μετὰ δὲ ταῦτα Λεώστρατος οὑτοσὶ παρακαταβάλλει ὡς υἱὸς Ἀρχιάδου ἐκείνου, οὐκ ἐπιλογισάμενος οὔθʼ ὅτι ἐπανεληλύθει εἰς τοὺς Ἐλευσινίους, οὔθʼ ὅτι οἱ εἰσποιητοὶ οὐκ αὐτοὶ ὑφʼ αὑτῶν, ἀλλʼ ὑπὸ τῶν εἰσποιουμένων καθίστανται·