Ancient Greek · ~2 min
Section 22
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 22
Not analysed yet
ἐγένετο δὴ υἱὸς τῷ Ἁγνίᾳ Πολέμων καὶ θυγάτηρ Φυλομάχη, ἀδελφὴ τοῦ Πολέμωνος ὁμοπατρία καὶ ὁμομητρία· τοῦ δὲ Στρατίου ἐγένοντο τοῦ ἀδελφοῦ τοῦ Ἁγνίου Φανόστρατος καὶ Χαρίδημος ὁ τουτουὶ πάππος Μακαρτάτου. ἐρωτῶ δὴ ὑμᾶς, ὦ ἄνδρες δικασταί, πότερος οἰκειότερός ἐστιν καὶ προσήκει μᾶλλον τῷ Ἁγνίᾳ, ὁ υἱὸς ὁ Πολέμων καὶ ἡ θυγάτηρ ἡ Φυλομάχη, ἢ Χαρίδημος ὁ υἱὸς Στρατίου, ἀδελφιδοῦς δʼ Ἁγνίου; ἐγὼ μὲν γὰρ ἡγοῦμαι τὸν υἱὸν καὶ τὴν θυγατέρα οἰκειότερον εἶναι ἑκάστῳ ἡμῶν μᾶλλον ἢ τὸν ἀδελφιδοῦν· καὶ οὐ μόνον παρʼ ἡμῖν τοῦτο νενόμισται, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι καὶ Ἕλλησι καὶ βαρβάροις.