Ancient Greek · ~1 min
Section 23
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 23
Not analysed yet
ἐπειδὴ τοίνυν τοῦτο ὁμολογεῖται, ῥᾳδίως ἤδη τοῖς ἄλλοις, ὦ ἄνδρες δικασταί, παρακολουθήσετε, καὶ αἰσθήσεσθε τούτους ὅτι εἰσὶ βίαιοι καὶ ἀσελγεῖς ἄνθρωποι. τοῦ Πολέμωνος γὰρ τοῦ υἱέος τοῦ Ἁγνίου ἐγένετο υἱὸς Ἁγνίας, τὸ τοῦ πάππου τοῦ ἑαυτοῦ ὄνομʼ ἔχων, τοῦ Ἁγνίου. καὶ οὗτος μὲν ἄπαις ἐτελεύτησεν ὁ Ἁγνίας ὁ ὕστερος.