Ancient Greek · ~2 min
Section 24
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 24
Not analysed yet
τῆς Φυλομάχης δὲ τῆς ἀδελφῆς τῆς Πολέμωνος, καὶ Φιλάγρου, ᾧ ἔδωκεν αὐτὴν ὁ ἀδελφὸς Πολέμων ἀνεψιῷ ὄντι ἑαυτοῦ (ὁ γὰρ Φίλαγρος υἱὸς ἦν Εὐβουλίδου τοῦ ἀδελφοῦ τοῦ Ἁγνίου), τοῦ δὴ Φιλάγρου τοῦ ἀνεψιοῦ τοῦ Πολέμωνος καὶ τῆς Φυλομάχης τῆς ἀδελφῆς τῆς Πολέμωνος ἐγένετο υἱὸς Εὐβουλίδης, ὁ πατὴρ ὁ τῆς μητρὸς τοῦ παιδὸς τουτουί. καὶ οὗτοι μὲν υἱεῖς ἐγένοντο Πολέμωνι καὶ τῇ ἀδελφῇ τῇ Πολέμωνος Φυλομάχῃ. τοῦ δὲ Χαριδήμου ἐγένετο, τοῦ υἱέος τοῦ Στρατίου, Θεόπομπος ὁ τουτουὶ πατὴρ Μακαρτάτου.