Ancient Greek · ~1 min
Section 31
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 31
Not analysed yet
βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, περὶ ὧν εἴρηκα πρὸς ὑμᾶς, μαρτυρίας παρασχέσθαι, πρῶτον μὲν ὡς ἐνίκησεν τοῦ κλήρου τοῦ Ἁγνίου ἡ Εὐβουλίδου θυγάτηρ Φυλομάχη, γένει οὖσα ἐγγυτάτω, ἔπειτα περὶ τῶν ἄλλων ἁπάντων. ἀναγίγνωσκε τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ ἐπὶΝικοφήμου ἄρχοντος, ὅτε ἐνίκησε Φυλομάχη ἡ Εὐβουλίδου θυγάτηρ τοῦ κλήρου τοῦ Ἁγνίου τοὺς ἀμφισβητοῦντας αὐτῇ πάντας.