Ancient Greek · ~1 min
Section 32
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 32
Not analysed yet
ὅτι μὲν ἐνίκησεν ἡ Εὐβουλίδου θυγάτηρ τοῦ κλήρου τοῦ Ἁγνίου, ἀκηκόατε, ὦ ἄνδρες δικασταί. καὶ αὕτη ἐνίκησεν οὐδεμιᾷ παρασκευῇ ἀδίκῳ οὐδὲ συνωμοσίᾳ, ἀλλʼ ὡς οἷόν τε δικαιότατα, ἐπιδειξάντων ἡμῶν ὅτι γένει ἐγγυτάτω ἦν Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος, ἀνεψιοῦ παῖς οὖσα πρὸς πατρὸς καὶ ἐκ τοῦ οἴκου οὖσα τοῦ Ἁγνίου.