Ancient Greek · ~2 min
Section 55
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 55
Not analysed yet
ἃ μὲν λέγει ὁ νόμος, ὦ ἄνδρες δικασταί, ἀκούετε. ὅτε δὲ τῆς ἐπικλήρου ἔδει ἐπιδικάζεσθαι Φυλομάχης τῆς τουτουὶ μητρὸς τοῦ παιδός, Ἁγνίου δὲ ἀνεψιοῦ παιδὸς οὔσης πρὸς πατρός, ἐγὼ μὲν ἧκον φοβούμενος τὸν νόμον καὶ ἐπεδικαζόμην γένει ὢν ἐγγυτάτω, Θεόπομπος δὲ ὁ Μακαρτάτου πατὴρ οὐδὲ προσῆλθεν τὸ παράπαν οὐδὲ ἠμφεσβήτησεν διὰ τὸ μηδʼ ὁτιοῦν αὐτῷ προσήκειν, καὶ ταῦτα ἐν τῇ ἡλικίᾳ ὢν τῇ αὐτῇ.