Ancient Greek · ~1 min
Section 56
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 56
Not analysed yet
καίτοι πῶς οἴεσθε, ὦ ἄνδρες δικασταί, ἄτοπον εἶναι, τῆς μὲν ἐπικλήρου, ἣ ἦν Ἁγνίᾳ ἀνεψιοῦ παῖς πρὸς πατρός, ταύτης μὲν μηδεπώποτε ἀμφισβητῆσαι Θεόπομπον, τὸν δὲ κλῆρον τὸν Ἁγνίου ἀξιοῦν ἔχειν παρὰ τοὺς νόμους; τούτων γένοιντʼ ἂν ἄνθρωποι ἀναισχυντότεροι ἢ μιαρώτεροι; ἀναγίγνωσκε καὶ τοὺς ἑτέρους νόμους. ΝΟΜΟΙ.