Ancient Greek · ~1 min
Section 59
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 59
Not analysed yet
ταῦτα πάντα, ὅσα οἱ νόμοι προστάττουσιν τοὺς προσήκοντας ποιεῖν, ἡμῖν προστάττουσιν καὶ ἀναγκάζουσιν ποιεῖν, ὦ ἄνδρες δικασταί. Μακαρτάτῳ δὲ τουτῳὶ οὐδὲν διαλέγονται οὐδὲ Θεοπόμπῳ τῷ πατρὶ τῷ τούτου· οὐδὲ γάρ εἰσιν ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου τὸ παράπαν· πῶς ἂν οὖν τούτοις τι προστάττοιεν;