Ancient Greek · ~2 min
Section 60
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 60
Not analysed yet
ἀλλʼ οὗτος, ὦ ἄνδρες δικασταί, πρὸς μὲν τοὺς νόμους καὶ τὰς μαρτυρίας, ἃς ἡμεῖς παρεχόμεθα, δίκαιον οὐδʼ ὁτιοῦν ἔχει λέγειν, ἀγανακτεῖ δὲ καὶ δεινά φησι πάσχειν, ὅτι τοῦ πατρὸς τετελευτηκότος ἀγωνίζεται. ἐκεῖνο δʼ οὐκ ἐνθυμεῖται Μακάρτατος, ὦ ἄνδρες δικασταί, ὅτι ὁ πατὴρ αὐτοῦ ἄνθρωπος ἦν θνητός, καὶ τετελεύτηκεν μετʼ ἄλλων πολλῶν καὶ νεωτέρων καὶ πρεσβυτέρων. ἀλλʼ εἰ Θεόπομπος τετελεύτηκεν ὁ τουτουὶ πατήρ, οἱ νόμοι οὐ τετελευτήκασιν, οὐδὲ τὸ δίκαιον ,οὐδʼ οἱ δικασταὶ οἱ τὴν ψῆφον ἔχοντες.