Ancient Greek · ~2 min
Section 63
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 63
Not analysed yet
οὐκ ἐᾷ εἰσιέναι οὗ ἂν ᾖ ὁ τετελευτηκώς, οὐδεμίαν γυναῖκα ἄλλην ἢ τὰς προσηκούσας μέχρι ἀνεψιότητος, καὶ πρὸς τὸ μνῆμα ἀκολουθεῖν τὰς αὐτὰς ταύτας. Φυλομάχη τοίνυν ἡ Πολέμωνος ἀδελφὴ τοῦ πατρὸς τοῦ Ἁγνίου οὐκ ἀνεψιὰ ἦν Ἁγνίᾳ, ἀλλὰ τηθίς· ἀδελφὴ γὰρ ἦν Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου. Εὐβουλίδης δὲ ὁ υἱὸς ταύτης τῆς γυναικὸς ἀνεψιὸς ἦν πρὸς πατρὸς Ἁγνίᾳ, οὗ ἐστιν ὁ κλῆρος. τοῦ δʼ Εὐβουλίδου ἦν θυγάτηρ ἡ τούτου τοῦ παιδὸς μήτηρ.