Ancient Greek · ~1 min
Section 64
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 64
Not analysed yet
ταύτας κελεύει τὰς προσηκούσας καὶ παρεῖναι τῇ προθέσει τοῦ τετελευτηκότος καὶ ἐπὶ τὸ μνῆμα ἀκολουθεῖν, οὐ τὴν Μακαρτάτου μητέρα οὐδὲ τὴν Θεοπόμπου γυναῖκα· οὐδὲν γὰρ προσήκουσα Ἁγνίᾳ αὕτη, ἀλλʼ ἐξ ἑτέρας φυλῆς, Ἀκαμαντίδος, καὶ ἐξ ἑτέρου δήμου, Προσπαλτόθεν, ὥστε τὸ παράπαν οὐδʼ ᾔσθετο, ὅτε ἦν τετελευτηκὼς Ἁγνίας.