Ancient Greek · ~2 min
Section 77
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 77
Not analysed yet
ἀλλὰ πόθεν δή ἐστι τὸ ὄνομα ὁ Μακάρτατος; ἐκ τῶν πρὸς μητρός. εἰσεποιήθη γὰρ οὗτος εἰς τὸν οἶκον τὸν Μακαρτάτου τοῦ Προσπαλτίου, ἀδελφοῦ ὄντος τῆς μητρὸς τῆς τούτου, καὶ ἔχει καὶ ἐκεῖνον τὸν οἶκον. καὶ οὕτως ἐστὶν ὑβριστής, ὥστε γενομένου αὐτῷ υἱέος τοῦ μὲν εἰσαγαγεῖν εἰς τὸν οἶκον τὸν Ἁγνίου υἱὸν τῷ Ἁγνίᾳ ἐπελάθετο, καὶ ταῦτα ἔχων τὸν κλῆρον τὸν Ἁγνίου καὶ φάσκων πρὸς ἀνδρῶν αὐτῷ προσήκειν·