Ancient Greek · ~2 min
Section 78
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 78
Not analysed yet
τοῦτον δὲ τὸν υἱὸν τὸν γενόμενον τῷ Μακαρτάτῳ εἰσπεποίηκεν τῷ πρὸς μητρὸς εἰς τοὺς Προσπαλτίους, τὸν δὲ Ἁγνίου οἶκον εἴακεν ἔρημον εἶναι τὸ τούτου μέρος· φησὶ δὲ τὸν πατέρα τὸν ἑαυτοῦ Θεόπομπον προσήκειν Ἁγνίᾳ. ὁ δὲ νόμος κελεύει ὁ τοῦ Σόλωνος κρατεῖν τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων· οὗτος δὲ οὑτωσὶ ῥᾳδίως κατεφρόνησεν καὶ τῶν νόμων καὶ τοῦ Ἁγνίου, καὶ εἰσεποίησεν τὸν υἱὸν εἰς τὸν οἶκον τὸν πρὸς μητρός. πῶς ἂν γένοιντο τούτων ἄνθρωποι παρανομώτεροι ἢ βιαιότεροι;