Ancient Greek · ~2 min
Section 80
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 80
Not analysed yet
ὁ δὲ τουτουὶ πατὴρ Μακαρτάτου καὶ ὁ πάππος οὐ κεκοινωνήκασιν τούτου, ἀλλʼ αὑτοῖς ἰδίᾳ ἐποιήσαντο μνῆμα ἄπωθεν τοῦ Βουσελιδῶν μνήματος. δοκοῦσιν ὑμῖν, ὦ ἄνδρες δικασταί, προσήκειν τι τῷ οἴκῳ τῷ Ἁγνίου, πλὴν τοῦ ἔχειν ἁρπάσαντες τὰ μὴ προσήκοντα; εἰ δʼ ἐξερημωθήσεται ἢ ἀνώνυμος ἔσται ὁ οἶκος ὁ Ἁγνίου καὶ ὁ Εὐβουλίδου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, οὐδὲ κατὰ τοὐλάχιστον πώποτʼ αὐτοῖς ἐμέλησεν.