Ancient Greek · ~2 min
Section 81
Demosthenes, πρὸς Μακάρτατον περὶ Ἁγνίου κλήρου 81
Not analysed yet
ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, βοηθῶ μὲν ὡς οἷός τʼ εἰμὶ μάλιστα τοῖς τετελευτηκόσιν ἐκείνοις· οὐ πάνυ δʼ ἐστὶ ῥᾴδιον ταῖς τούτων παρασκευαῖς ἀνταγωνίζεσθαι. παραδίδωμι οὖν ὑμῖν τὸν παῖδα τουτονί, ὦ ἄνδρες δικασταί, ἐπιμεληθῆναι, ὅπως ὑμῖν δοκεῖ δικαιότατον εἶναι. οὗτος εἰσπεποίηται εἰς τὸν οἶκον τὸν Εὐβουλίδου, καὶ εἰσῆκται εἰς τοὺς φράτερας, οὐκ εἰς τοὺς ἐμούς, ἀλλʼ εἰς τοὺς Εὐβουλίδου καὶ Ἁγνίου καὶ Μακαρτάτου τουτουί.