Ancient Greek · ~2 min
Section 17
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 17
Not analysed yet
τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ διʼ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτʼ ἐστιν, ὦ ἄνδρες δικασταί. παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκʼ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτʼ ἐπιδείξω. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵνʼ εἰδῆθʼ ὅτι τούτου κελεύοντος αὔτʼ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν. ΜΑΡΤΥΡΙΑ.