Ancient Greek · ~2 min
Section 18
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 18
Not analysed yet
οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός. ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότʼ ἐμαρτύρει πρὸς ἔμʼ αὑτῷ μηδὲν ἔγκλημʼ ὑπόλοιπον εἶναι· οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δʼ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δʼ ἐδικάζετο. ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν· ὅμως δὲ λέγʼ αὐτοῖς καὶ τὸν νόμον τουτονί. ΝΟΜΟΣ.