Ancient Greek · ~2 min
Section 20
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 20
Not analysed yet
καὶ περὶ ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡς ἐξαπατηθὲν τοῦτʼ ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθʼ ἑκάστου γένοιτʼ ἄν τις εἰκότως λόγος. ἃ δʼ αὐτὸς ἐπείσθη καὶ ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδʼ αὑτὸν αἰτιάσασθαι, ὡς οὐ δικαίως ταῦτʼ ἐποίησεν. οἱ μὲν οὖν παρά τι τῶν ἄλλων τούτων δικαζόμενοι τοῖς ὑφʼ ἑτέρων δικαίοις ὡρισμένοις οὐκ ἐμμένουσιν, ὁ δʼ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων τοῖς ὑφʼ ἑαυτοῦ. διὸ πάντων μάλιστʼ ἄξιον τούτοις χαλεπαίνειν.