Ancient Greek · ~2 min
Section 19
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 19
Not analysed yet
ἀκούετʼ, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι. καὶ μὴν ὅτι γʼ ἀμφότερʼ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν. ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων. ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν·