Ancient Greek · ~2 min
Section 25
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 25
Not analysed yet
λέγε τἀκόλουθον. ΕΓΚΛΗΜΑ. καὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ. ἐπίσχες. πάλιν ταυτὶ πάνθʼ ὑπʼ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος. γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δʼ αὑτόν. ταῦτα δʼ οὐχ οἷόν τε τὸν μὴ παρόντα. οὔτε γὰρ καθίστην ἐγώ, ὅ γʼ ὢν ἐν τῷ Πόντῳ, οὔτʼ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι· πῶς γάρ;