Ancient Greek · ~2 min
Section 26
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 26
Not analysed yet
πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθʼ οὕτω γράψαι; ὁ Εὔεργος τότʼ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρʼ ἐμοῦ φυλάττειν ὡς αὑτόν. εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν· τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σʼ ἀδικῶ; φεύγων δὲ τοῦτο τοιαῦτʼ ἠνάγκασται γράφειν, ἵνʼ ᾖ πρὸς ἔμʼ αὐτῷ τὸ ἔγκλημα. λέγε τὰ ἐφεξῆς. ΕΓΚΛΗΜΑ. κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.