Ancient Greek · ~1 min
Section 28
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 28
Not analysed yet
ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθʼ οἷον εὐθέως μετὰ ταῦτʼ ἐγκαλεῖ. λέγε τοὐχόμενον. ΕΓΚΛΗΜΑ. καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος. πάλιν ταῦτα πῶς ἔνεστʼ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω;