Ancient Greek · ~2 min
Section 29
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 29
Not analysed yet
λέγε δʼ αὐτοῖς τὸ ἐφεξῆς. ΕΓΚΛΗΜΑ. καὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με. ἐπίσχες. τουτὶ πολὺ πάνθʼ ὑπερβέβληκεν τἄλλα. πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ. αὗται δʼ εἰσὶ τίνες; ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερʼ ἡμεῖς, καὶ ἄλλʼ οὐδέν· πρατὴρ μὲν γὰρ ὁ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος.