Ancient Greek · ~1 min
Section 31
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 31
Not analysed yet
μαρτυρεῖς τοίνυν καὶ σύ· ἃ γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθʼ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ· καίτοι τίς ἂν καθάπαξ πρατῆρά σʼ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ.