Ancient Greek · ~1 min
Section 32
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 32
Not analysed yet
ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δʼ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθʼ ὃ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται. καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτʼ ἐστὶ δεινότερα. λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος. ΕΓΚΛΗΜΑ.