Ancient Greek · ~2 min
Section 33
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 33
Not analysed yet
ἐνταυθὶ πόλλʼ ἄττα καὶ δεινά μοι ἅμʼ ἐγκαλεῖ· καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα. τούτων δʼ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθʼ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλʼ ἡ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δʼ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα. οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς. λέγε δʼ αὐτοῖς τουτονὶ τὸν νόμον. ΝΟΜΟΣ.