Ancient Greek · ~2 min
Section 35
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 35
Not analysed yet
λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον· καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι, οὔτʼ οὖσαν εἰσαγώγιμον τὴν δίκην, χάριτός τʼ ὢν μᾶλλον ἄξιος ἢ τοῦ συκοφαντεῖσθαι. λέγε. ΝΟΜΟΣ. οὗτος σαφῶς ὁ νόμος διείρηκεν ὧν εἶναι δίκας προσήκει μεταλλικάς. οὐκοῦν ὁ μὲν νόμος, ἐάν τις ἐξίλλῃ τινὰ τῆς ἐργασίας, ὑπόδικον ποιεῖ· ἐγὼ δʼ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλʼ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην.