Ancient Greek · ~2 min
Section 36
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 36
Not analysed yet
ναί, φησίν· ἀλλὰ κἂν ἄλλο τι ἀδικῇ τις περὶ τὰ μέταλλα, καὶ τούτων εἰσὶν δίκαι. ὀρθῶς γʼ, ὦ Πανταίνετε· ἀλλὰ ταῦτα τί ἐστιν; ἂν τύφῃ τις, ἂν ὅπλʼ ἐπιφέρῃ, ἂν ἐπικατατέμνῃ τῶν μέτρων ἐντός. ταῦτʼ ἐστὶν τἄλλα, ὧν οὐδὲν δήπου πέπρακται πρὸς ὑμᾶς ἐμοί, πλὴν εἰ τοὺς κομιζομένους ἃ προεῖντό σοι, μεθʼ ὅπλων ἥκειν νομίζεις. εἰ δὲ ταῦθʼ ἡγεῖ, πρὸς ἅπαντας τοὺς προϊεμένους τὰ ἑαυτῶν εἰσί σοι δίκαι μεταλλικαί.