Ancient Greek
Section 37
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 37
Not analysed yet
ἀλλʼ οὐ δίκαιον. φέρε γάρ, ὅστις ἂν μέταλλον παρὰ τῆς πόλεως πρίηται, τοὺς κοινοὺς παρελθὼν νόμους, καθʼ οὓς καὶ διδόναι καὶ λαμβάνειν πᾶσι προσήκει δίκας, ἐν ταῖς μεταλλικαῖς δικάσεται, ἐὰν δανείσηται παρά του; τί δʼ, ἂν κακῶς ἀκούσῃ; ἂν πληγὰς λάβῃ; ἂν κλοπὴν ἐγκαλῇ; ἂν προεισφορὰν μὴ κομίζηται; ἂν ὅλως ἄλλο τι;