Ancient Greek · ~2 min
Section 6
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 6
Not analysed yet
πραχθέντων δὲ τούτων ἐλαφηβολιῶνος μηνὸς ἐπὶ Θεοφίλου ἄρχοντος, ἐγὼ μὲν ἐκπλέων εἰς τὸν Πόντον εὐθὺς ᾠχόμην, οὗτος δʼ ἐνθάδʼ ἦν καὶ Εὔεργος. τὰ μὲν δὴ πραχθέντα τούτοις πρὸς αὑτούς, ἕως ἀπεδήμουν ἐγώ, οὐκ ἂν ἔχοιμʼ εἰπεῖν. οὔτε γὰρ ταὐτὰ λέγουσιν οὔτʼ ἀεὶ ταὔθʼ οὗτός γε, ἀλλὰ τοτὲ μὲν ἐκπεσεῖν ὑπʼ ἐκείνου βίᾳ παρὰ τὰς συνθήκας ἐκ τῆς μισθώσεως, τοτὲ δʼ αὐτὸν αἴτιον αὑτῷ πρὸς τὸ δημόσιον γενέσθαι τῆς ἐγγραφῆς, τοτὲ δʼ ἄλλʼ ὅ τι ἂν βούληται.