Ancient Greek · ~1 min
Section 7
Demosthenes, παραγραφὴ πρὸς Πανταίνετον 7
Not analysed yet
ἐκεῖνος δʼ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρʼ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ· μετὰ δὲ ταῦτʼ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δʼ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δʼ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα.