Ancient Greek · ~2 min
Section 11
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 11
Not analysed yet
αὐτὸς μὲν τοίνυν ὁ Λάμπις, ᾧ φησιν ἀποδεδωκέναι τὸ χρυσίον (τούτῳ γὰρ προσέχετε τὸν νοῦν), προσελθόντος αὐτῷ ἐμοῦ, ἐπειδὴ τάχιστα κατέπλευσεν ἐκ τῆς ναυαγίας Ἀθήναζε, καὶ ἐρωτῶντος ὑπὲρ τούτων, ἔλεγεν ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο εἰς τὴν ναῦν οὗτος κατὰ τὴν συγγραφήν, οὔτε τὸ χρυσίον εἰληφὼς εἴη παρʼ αὐτοῦ ἐν Βοσπόρῳ τότε. καί μοι ἀνάγνωθι τὴν μαρτυρίαν τῶν παραγενομένων. ΜΑΡΤΥΡΙΑ.