Ancient Greek · ~1 min
Section 12
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 12
Not analysed yet
ἐπειδὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπεδήμησεν Φορμίων οὑτοσὶ σεσῳσμένος ἐφʼ ἑτέρας νεώς, προσῄειν αὐτῷ ἀπαιτῶν τὸ δάνειον. καὶ οὗτος κατὰ μὲν ἀρχὰς οὐδεπώποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἶπε τὸν λόγον τοῦτον ὃν νυνὶ λέγει, ἀλλʼ ἀεὶ ὡμολόγει ἀποδώσειν· ἐπειδὴ δὲ ἀνεκοινώσατο τοῖς νῦν παροῦσιν αὐτῷ καὶ συνδικοῦσιν, ἕτερος ἤδη ἦν καὶ οὐχ ὁ αὐτός.