Ancient Greek · ~2 min
Section 17
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 17
Not analysed yet
ἔτι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο σκέψασθε· αὐτοὶ γὰρ οὗτοι παραγραφὴν διδόντες πέρυσιν, οὐκ ἐτόλμησαν ἐν τῇ παραγραφῇ γράψαι ὡς ἀποδεδώκασιν Λάμπιδι τὸ χρυσίον. καί μοι λαβὲ αὐτὴν τὴν παραγραφήν. ΠΑΡΑΓΡΑΦΗ. ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδαμοῦ γέγραπται ἐν τῇ παραγραφῇ ὡς ἀποδέδωκεν τὸ χρυσίον Φορμίων Λάμπιδι, καὶ ταῦτʼ ἐμοῦ διαρρήδην γράψαντος εἰς τὸ ἔγκλημα ὃ ἠκούσατε ἀρτίως, ὅτι οὔτε τὰ χρήματα ἔνθοιτο εἰς τὴν ναῦν οὔτʼ ἀπέδωκεν τὸ χρυσίον. τίνα οὖν ἄλλον χρὴ περιμένειν ὑμᾶς μάρτυρα, ὅταν τηλικαύτην μαρτυρίαν παρʼ αὐτῶν τούτων ἔχητε;