Ancient Greek · ~2 min
Section 16
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 16
Not analysed yet
λαβὲ δή μοι καὶ τὸ ἔγκλημα ὃ ἔλαχον αὐτῷ πέρυσιν· ὅ ἐστιν οὐδενὸς ἔλαττον τεκμήριον, ὅτι οὐδέπω τότʼ ἔφησεν Φορμίων ἀποδεδωκέναι τὸ χρυσίον Λάμπιδι. ΕΓΚΛΗΜΑ. τοῦτο τὸ ἔγκλημα ἔγραφον ἐγώ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδαμόθεν ἄλλοθεν σκοπῶν ἀλλʼ ἢ ἐκ τῆς ἀπαγγελίας τῆς Λάμπιδος, ὃς οὐκ ἔφασκεν οὔτε τὰ χρήματα ἐντεθεῖσθαι τοῦτον οὔτε τὸ χρυσίον ἀπειληφέναι· μὴ γὰρ οἴεσθέ με οὕτως ἀπόπληκτον εἶναι καὶ παντελῶς μαινόμενον, ὥστε τοιοῦτο γράφειν ἔγκλημα ὁμολογοῦντος τοῦ Λάμπιδος ἀπειληφέναι τὸ χρυσίον, ὑφʼ οὗ ἔμελλον ἐξελεγχθήσεσθαι.