Ancient Greek · ~2 min
Section 20
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 20
Not analysed yet
καὶ παρεχομένου πρὸς τὸν διαιτητὴν τὴν αὐτὴν μαρτυρίαν ἥνπερ καὶ νῦν πρὸς ὑμᾶς παρέχομαι, τῶν ἐξ ἀρχῆς προσελθόντων αὐτῷ μεθʼ ἡμῶν, ὅτε οὔτε τὸ χρυσίον ἔφη ἀπειληφέναι παρὰ τούτου οὔτε τὰ χρήματα αὐτὸν ἐνθέσθαι εἰς τὴν ναῦν, οὕτως ὁ Λάμπις κατὰ κράτος ἐξελεγχόμενος τὰ ψευδῆ μαρτυρῶν καὶ πονηρὸς ὤν, ὡμολόγει μὲν εἰρηκέναι ταῦτα πρὸς τοῦτον, οὐ μέντοι γε ἐντὸς ὢν εἰπεῖν αὑτοῦ. καί μοι ἀνάγνωθι ταύτην τὴν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ.