Ancient Greek · ~1 min
Section 21
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 21
Not analysed yet
ἀκούσας τοίνυν ἡμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ὁ Θεόδοτος πολλάκις, καὶ νομίσας τὸν Λάμπιν ψευδῆ μαρτυρεῖν, οὐκ ἀπέγνω τῆς δίκης, ἀλλʼ ἀφῆκεν ἡμᾶς εἰς τὸ δικαστήριον· καταγνῶναι μὲν γὰρ οὐκ ἐβουλήθη διὰ τὸ οἰκείως ἔχειν Φορμίωνι τουτῳί, ὡς ἡμεῖς ὕστερον ἐπυθόμεθα, ἀπογνῶναι δὲ τῆς δίκης ὤκνει, ἵνʼ αὐτὸς μὴ ἐπιορκήσειεν.