Ancient Greek · ~1 min
Section 50
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 50
Not analysed yet
μηδαμῶς, ὦ ἄνδρες δικασταί. ὑμεῖς γάρ ἐστε αὐτοὶ οἱ τὸν ἐπιδεδανεισμένον ἐκ τοῦ ἐμπορίου πολλὰ χρήματα καὶ τοῖς δανεισταῖς οὐ παρασχόντα τὰς ὑποθήκας θανάτῳ ζημιώσαντες εἰσαγγελθέντα ἐν τῷ δήμῳ, καὶ ταῦτα πολίτην ὑμέτερον ὄντα καὶ πατρὸς ἐστρατηγηκότος.