Ancient Greek · ~1 min
Section 51
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 51
Not analysed yet
ἡγεῖσθε γὰρ τοὺς τοιούτους οὐ μόνον τοὺς ἐντυγχάνοντας ἀδικεῖν, ἀλλὰ καὶ κοινῇ βλάπτειν τὸ ἐμπόριον ὑμῶν, εἰκότως. αἱ γὰρ εὐπορίαι τοῖς ἐργαζομένοις οὐκ ἀπὸ τῶν δανειζομένων, ἀλλʼ ἀπὸ τῶν δανειζόντων εἰσίν, καὶ οὔτε ναῦν οὔτε ναύκληρον οὔτʼ ἐπιβάτην ἔστʼ ἀναχθῆναι, τὸ τῶν δανειζόντων μέρος ἂν ἀφαιρεθῇ.