Ancient Greek · ~2 min
Section 52
Demosthenes, πρὸς Φορμίωνα ὑπὲρ δανείου 52
Not analysed yet
ἐν μὲν οὖν τοῖς νόμοις πολλαὶ καὶ καλαὶ βοήθειαί εἰσιν αὐτοῖς· ὑμᾶς δὲ δεῖ συνεπανορθοῦντας φαίνεσθαι καὶ μὴ συγχωροῦντας τοῖς πονηροῖς, ἵνʼ ὑμῖν ὡς πλείστη ὠφέλεια παρὰ τὸ ἐμπόριον ᾖ. ἔσται δέ, ἐὰν διαφυλάττητε τοὺς τὰ ἑαυτῶν προϊεμένους, καὶ μὴ ἐπιτρέπητε ἀδικεῖσθαι ὑπὸ τῶν τοιούτων θηρίων. ἐγὼ μὲν οὖν ὅσαπερ οἷός τʼ ἦν εἴρηκα· καλῶ δὲ καὶ ἄλλον τινὰ τῶν φίλων, ἐὰν κελεύητε.