Ancient Greek · ~1 min
Section 50
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 50
Not analysed yet
καὶ ἐπειδὴ ἐνέβησαν οἱ ναῦται, λέγω τῷ κυβερνήτῃ ἀποπλεῖν εἰς τὴν Θάσον. ἀντιλέγοντος δὲ τοῦ Καλλίππου καὶ κελεύοντος πλεῖν εἰς τὴν Μακεδονίαν, οἷ προσέταξεν ὁ στρατηγός, ἀποκρίνεται αὐτῷ Ποσείδιππος ὁ κυβερνήτης ὅτι τριήραρχός τε ἐγὼ τῆς νεὼς εἴην καὶ ὑπεύθυνος, καὶ τὸν μισθὸν παρʼ ἐμοῦ λαμβάνοι· πλεύσοιτο οὖν οἷ ἐγὼ κελεύω, εἰς Θάσον ὡς τὸν στρατηγόν.