Ancient Greek
Section 51
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 51
Not analysed yet
ἀφικομένων δʼ ἡμῶν τῇ ὑστεραίᾳ εἰς τὴν Θάσον, μεταπέμπεταί με ὁ Τιμόμαχος, οὗ κατήγετο ἔξω τείχους. φοβούμενος δʼ ἐγὼ μὴ δεθείην διαβληθεὶς ὑπὸ τοῦ Καλλίππου, αὐτὸς μὲν οὐχ ὑπακούω, ἀλλὰ λέγω τῷ ὑπηρέτῃ ὅτι εἴ τι βούλοιτό μοι διαλέγεσθαι, ἐν τῇ ἀγορᾷ ἔσομαι, τὸν δὲ παῖδα συμπέμπω αὐτῷ, ἵνʼ εἴ τί μοι προστάττοι, ἀκούσας ἀπαγγείλαι μοι.