Ancient Greek · ~1 min
Section 59
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 59
Not analysed yet
ἵνα ἔχητε ἄφθονον ὠνεῖσθαι καὶ μηδὲν ὑμῖν τὸ κατʼ ἐμὲ ἐλλείπηται, καὶ ἄλλα ὅσα ἢ ἐμοὶ ἢ τῇ τριήρει ἐβουλήθη ὁ στρατηγὸς χρῆσθαι, παρέσχον αὐτῷ, οὐ μόνον τὴν οὐσίαν ἀναλίσκων, ἀλλὰ καὶ τῷ σώματι κινδυνεύων συνεπιπλέων, τῶν οἰκείων μοι πραγμάτων τοιούτων συμβεβηκότων ἐν τῷ τότε καιρῷ, ὥστε ὑμᾶς ἂν ἀκούσαντας ἐλεῆσαι.