Ancient Greek · ~2 min
Section 60
Demosthenes, πρὸς Πολυκλέα περὶ τοῦ ἐπιτριηραρχήματος 60
Not analysed yet
ἡ μέν γε μήτηρ ἔκαμνε καὶ ἐπιθάνατος ἦν ἐμοῦ ἀποδημοῦντος, ὥστε μὴ δύνασθαι ἔτι αὐτὴν βοηθῆσαι τοῖς ἐμοῖς πράγμασιν ἀνηλωμένοις ἀλλʼ ἢ βραχέα. ἑκταῖος γὰρ ἥκων ἐτύγχανον, καὶ ἐκείνη ἰδοῦσά με καὶ προσειποῦσα τὴν ψυχὴν ἀφῆκεν, οὐκέτι τῶν ὄντων κυρία οὖσα ὥστε δοῦναι ὅσα ἐβούλετό μοι. πολλάκις δὲ πρότερον μετεπέμπετό με, ἀφικέσθαι δεομένη αὐτόν, εἰ μὴ τῇ τριήρει οἷόν τε εἴη.