Ancient Greek · ~1 min
Section 19
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 19
Not analysed yet
ὁ γὰρ αὖ Πρῶτος διεμαρτύρετʼ ἐξάγειν, βεβαιῶν ἀναπλεῖν ἐθέλειν εἰς τὴν Σικελίαν· εἰ δὲ ταῦτʼ ἐθέλοντος αὑτοῦ προησόμεθʼ ἡμεῖς τούτῳ τὸν σῖτον, οὐδὲν αὑτῷ μέλειν. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, καὶ οὔτʼ ἂν ἐξαχθῆναι ἔφη, εἰ μὴ ὑπʼ ἐμοῦ, οὔθʼ ἃ προὐκαλεῖτο περὶ τοῦ ἀναπλεῖν ἐδέχετο, ἔν τε τῷ πλῷ τὴν συγγραφὴν ἔθετο, λέγε τὰς μαρτυρίας. ΜΑΡΤΥΡΙΑΙ.