Ancient Greek · ~1 min
Section 20
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 20
Not analysed yet
ἐπειδὴ τοίνυν οὔτʼ ἐξάγεσθαι ἤθελεν ὑπὸ τοῦ Πρώτου οὔτʼ εἰς τὴν Σικελίαν ἀναπλεῖν ἐπὶ τὰ δίκαια, προειδώς θʼ ἅπαντʼ ἐφαίνετο, ἃ ὁ Ἡγέστρατος ἐκακούργει, λοιπὸν ἦν ἡμῖν τοῖς ἐνθένδε μὲν πεποιημένοις τὸ συμβόλαιον, παρειληφόσι δὲ τὸν σῖτον παρὰ τοῦ δικαίως ἐκεῖ πριαμένου, ἐξάγειν τοῦτον.