Ancient Greek · ~1 min
Section 22
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 22
Not analysed yet
καὶ μὴν οὐδὲ τοῦτʼ ἐμέλλομεν ὑμῶν καταγνώσεσθαι, ὡς εἰσαγώγιμον ψηφιεῖσθε τούτῳ τὴν δίκην περὶ τούτων τῶν χρημάτων, ἃ κατὰ πολλοὺς τρόπους οὗτος ἔπραττεν ὅπως μὴ εἰσαγώγιμα δεῦρʼ ἔσται, πρῶτον μὲν ὅτʼ αὐτὰ καταλιπεῖν τοὺς ναύτας ἔπειθεν, εἶθʼ ὅτʼ ἐν Κεφαλληνίᾳ μὴ δεῦρο πλεῖν τὴν ναῦν ἔπραττεν.