Ancient Greek · ~2 min
Section 23
Demosthenes, πρὸς Ζηνόθεμιν παραγραφή 23
Not analysed yet
πῶς γὰρ οὐκ αἰσχρὸν καὶ δεινὸν ἂν γένοιτο, εἰ Κεφαλλῆνες μέν, ὅπως τοῖς Ἀθηναίοις σωθῇ τὰ χρήματα, δεῦρο πλεῖν τὴν ναῦν ἔκριναν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι τὰ τῶν πολιτῶν τοῖς καταποντίσαι βουληθεῖσιν δοῦναι γνοίητε, καὶ ἃ μὴ καταπλεῖν ὅλως οὗτος δεῦρʼ ἔπραττεν, ταῦτʼ εἰσαγώγιμα τούτῳ ψηφίσαισθε; μὴ δῆτʼ, ὦ Ζεῦ καὶ θεοί. λέγε δή μοι τί παραγέγραμμαι. ΠΑΡΑΓΡΑΦΗ. λέγε δή μοι τὸν νόμον. ΝΟΜΟΣ.